Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.46 Dem. 34.49 (English) >>Dem. 34.52

34.47πῶς δʼ οὐκ ἂν εἴη ἄτοπον, εἰ αὐτοῦ Φορμίωνος ὁμολογοῦντος δανείσασθαι, φάσκοντος δὲ ἀποδεδωκέναι, τὸ μὲν ὁμολογούμενον ὑπʼ αὐτοῦ τούτου ἄκυρον ποιήσαιτε, τὸ δὲ ἀμφισβητούμενον κύριον ψηφίσαισθε; καὶ μὲν Λάμπις, οὗτος σκήπτεται μάρτυρι, μαρτυρεῖ ἔξαρνος γενόμενος τὸ ἐξ ἀρχῆς ὡς οὐκ ἀπείληφεν τὸ χρυσίον· ὑμεῖς δὲ γνοίητε ὡς ἀπείληφεν ἐκεῖνος, οὐκ εἰσὶ μάρτυρες τοῦ πράγματος; 34.48καὶ ὅσα μὲν εἶπε μετὰ τῆς ἀληθείας, μὴ χρήσαισθε τεκμηρίῳ, δʼ ἐψεύσατο ὕστερον, ἐπειδὴ διεφθάρη, πιστότερα ταῦθʼ ὑπολάβοιτε εἶναι; καὶ μήν, ἄνδρες Ἀθηναῖοι, πολὺ δικαιότερόν ἐστιν τοῖς ἐξ ἀρχῆς ῥηθεῖσι τεκμαίρεσθαι μᾶλλον τοῖς ὕστερον τεκταινομένοις. τὰ μὲν γὰρ οὐκ ἐκ παρασκευῆς, ἀλλʼ ἐκ τῆς ἀληθείας ἔλεγεν, τὰ δʼ ὕστερον ψευδόμενος καὶ πρὸς τὸ συμφέρον αὑτῷ. 34.49ἀναμνήσθητε δέ, ἄνδρες Ἀθηναῖοι, ὅτι οὐδʼ αὐτὸς Λάμπις ἔξαρνος ἐγένετο ὡς οὐκ εἴη εἰρηκὼς ὅτι οὐκ ἀπείληφεν τὸ χρυσίον, ἀλλʼ εἰπεῖν μὲν ὡμολόγει, οὐ μέντοι γε ἐντὸς ὢν αὑτοῦ εἰπεῖν. οὔκουν ἄτοπον, εἰ τῆς ἐκείνου μαρτυρίας τὸ μὲν πρὸς τοῦ ἀποστεροῦντος πιστῶς ἀκούσεσθε, τὸ δʼ ὑπὲρ τῶν ἀποστερουμένων ἄπιστον ἔσται παρʼ ὑμῖν; 34.50μηδαμῶς, ἄνδρες δικασταί. ὑμεῖς γάρ ἐστε οἱ αὐτοὶ οἱ τὸν ἐπιδεδανεισμένον ἐκ τοῦ ἐμπορίου πολλὰ χρήματα καὶ τοῖς δανεισταῖς οὐ παρασχόντα τὰς ὑποθήκας θανάτῳ ζημιώσαντες εἰσαγγελθέντα ἐν τῷ δήμῳ, καὶ ταῦτα πολίτην ὑμέτερον ὄντα καὶ πατρὸς ἐστρατηγηκότος.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.46 Dem. 34.49 (English) >>Dem. 34.52

Powered by PhiloLogic